Ticker

10/recent/ticker-posts

ΧΑΙΡΕ ΜΑΝΝΟΥΛΑ ΤΩΝ ΟΥΡΑΝΩΝ ΚΑΙ ΤΗΣ ΓΗΣ!!Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν Αὐτῇ τὸ Χαῖρε• συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων Σοι τὸ Χαῖρε Ἁγνή!!

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις• Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε• συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή. Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε• συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος. Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον. Ας ενώσουμε τις φωνές μας δυνατά και πιο καρδιακά για να τιμήσουμε, να δοξάσουμε και να μεγαλύνουμε την Υπεραγία Θεοτόκο σε όλα τα μήκη και τα πλάτη της γης όπου ακούγονται αυτοί οι ύμνοι.